Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.144 | Joseph. AJ 7.149 (English) | >>Joseph. AJ 7.152 |
7.147
καὶ δὴ τοιοῦτόν τινα τρόπον περὶ οὗ καὶ τί φρονεῖ ποιῆσαι σαφὲς αὐτῷ παρεκάλει · “δύο γάρ , ἔφησεν , ἄνδρες τὴν αὐτὴν κατῴκουν πόλιν , ὧν ὁ μὲν πλούσιος ἦν καὶ πολλὰς εἶχεν ἀγέλας ὑποζυγίων τε καὶ θρεμμάτων καὶ βοῶν , τῷ πένητι δʼ ἀμνὰς ὑπῆρχε μία .
7.149ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος ᾗ τις ἂν χρήσαιτο καὶ πρὸς θυγατέρα . ξένου δʼ ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον , πέμψας δὲ τὴν ἀμνάδα τοῦ πένητος ἀπέσπασε ,
7.150καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον .” σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον , ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν , ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι . Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.144 | Joseph. AJ 7.149 (English) | >>Joseph. AJ 7.152 |